Josua 20 – Studienbibel

Septuaginta (LXX)
Die Bibel durchsuchen
  • ELB-BK – Elberfelder Übersetzung (V. 1.3 von bibelkommentare.de)
  • ELB-CSV – Elberfelder Übersetzung (Edition CSV Hückeswagen)
  • ELB 1932 – Unrevidierte Elberfelder Übersetzung von 1932
  • Luther 1912 – Luther-Übersetzung von 1912
  • New Darby (EN) – Neue englische Darby-Übersetzung
  • Old Darby (EN) – Alte englische Darby-Übersetzung
  • KJV – Englische King James V. von 1611/1769 mit Strongs
  • Darby (FR) – Französische Darby-Übersetzung
  • Dutch SV – Dutch Statenvertaling
  • Persian – Persian Standard Bible of 1895 (Old Persian)
  • WHNU – Westcott-Hort mit NA27- und UBS4-Varianten
  • BYZ – Byzantischer Mehrheitstext
  • WLC – Westminster Leningrad Codex
  • LXX – Septuaginta (LXX)
Ansicht

1 καὶ ἐλάλησεν κύριος τῷ ἰησοῖ λέγων

2 λάλησον τοῖς υἱοῖς ισραηλ λέγων δότε τὰς πόλεις τῶν φυγαδευτηρίων ἃς εἶπα πρὸς ὑμᾶς διὰ μωυσῆ

3 φυγαδευτήριον τῷ φονευτῇ τῷ πατάξαντι ψυχὴν ἀκουσίως καὶ ἔσονται ὑμῖν αἱ πόλεις φυγαδευτήριον καὶ οὐκ ἀποθανεῖται ὁ φονευτὴς ὑπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα ἕως ἂν καταστῇ ἐναντίον τῆς συναγωγῆς εἰς κρίσιν

7 καὶ διέστειλεν τὴν καδης ἐν τῇ γαλιλαίᾳ ἐν τῷ ὄρει τῷ νεφθαλι καὶ συχεμ ἐν τῷ ὄρει τῷ εφραιμ καὶ τὴν πόλιν αρβοκ αὕτη ἐστὶν χεβρων ἐν τῷ ὄρει τῷ ιουδα

8 καὶ ἐν τῷ πέραν τοῦ ιορδάνου ἔδωκεν βοσορ ἐν τῇ ἐρήμῳ ἐν τῷ πεδίῳ ἀπὸ τῆς φυλῆς ρουβην καὶ αρημωθ ἐν τῇ γαλααδ ἐκ τῆς φυλῆς γαδ καὶ τὴν γαυλων ἐν τῇ βασανίτιδι ἐκ τῆς φυλῆς μανασση

9 αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς ισραηλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουσίως ἵνα μὴ ἀποθάνῃ ἐν χειρὶ τοῦ ἀγχιστεύοντος τὸ αἷμα ἕως ἂν καταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν